Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.4 Dem. 14.9 (English) >>Dem. 14.12

14.7ὅτε δʼ οὕτω ταῦτʼ ἔχει, σκεπτέον ὅπως μήθʼ ἡμεῖς ἐν τῷ πολέμῳ γενησόμεθʼ οὐκ ἴσοι, μήτʼ ἐκεῖνος, ὃν ἡμεῖς ἐπιβουλεύειν ἡγούμεθα τοῖς Ἕλλησι, τὴν τοῦ φίλος αὐτοῖς δοκεῖν εἶναι πίστιν λήψεται. πῶς οὖν ταῦτʼ ἔσται; ἂν μὲν δύναμις τῆς πόλεως ἐξητασμένη καὶ παρεσκευασμένη πᾶσιν φανερά, φαίνηται δὲ δίκαιʼ ἐπὶ ταύτῃ φρονεῖν αἱρουμένη. 14.8τοῖς δὲ θρασυνομένοις καὶ σφόδρʼ ἑτοίμως πολεμεῖν κελεύουσιν ἐκεῖνο λέγω, ὅτι οὐκ ἔστιν χαλεπὸν οὔθʼ ὅταν βουλεύεσθαι δέῃ, δόξαν ἀνδρείας λαβεῖν, οὔθʼ ὅταν κίνδυνός τις ἐγγὺς , δεινὸν εἰπεῖν φανῆναι, ἀλλʼ ἐκεῖνο καὶ χαλεπὸν καὶ προσῆκον, ἐπὶ μὲν τῶν κινδύνων τὴν ἀνδρείαν ἐνδείκνυσθαι, ἐν δὲ τῷ συμβουλεύειν φρονιμώτερα τῶν ἄλλων εἰπεῖν ἔχειν. 14.9ἐγὼ δʼ, ἄνδρες Ἀθηναῖοι, νομίζω τὸν μὲν πόλεμον τὸν πρὸς βασιλέα χαλεπὸν τῇ πόλει, τὸν δʼ ἀγῶνα τὸν ἐκ τοῦ πολέμου ῥᾴδιον ἂν συμβῆναι. διὰ τί; ὅτι τοὺς μὲν πολέμους ἅπαντας ἀναγκαίως ἡγοῦμαι τριήρων καὶ χρημάτων καὶ τόπων δεῖσθαι, ταῦτα δὲ πάντʼ ἀφθονώτερʼ ἐκεῖνον ἔχονθʼ ἡμῶν εὑρίσκω· τοὺς δʼ ἀγῶνας οὐδενὸς οὕτω τῶν ἄλλων ὁρῶ δεομένους ὡς ἀνδρῶν ἀγαθῶν, τούτους δʼ ἡμῖν καὶ τοῖς μεθʼ ἡμῶν κινδυνεύουσι πλείους ὑπάρχειν νομίζω. 14.10τὸν μὲν δὴ πόλεμον διὰ ταῦτα παραινῶ μηδʼ ἐξ ἑνὸς τρόπου προτέρους ἀνελέσθαι, ἐπὶ δὲ τὸν ἀγῶνα ὀρθῶς φημι παρεσκευασμένους ὑπάρχειν χρῆναι. εἰ μὲν οὖν ἕτερος μὲν ἦν τις τρόπος δυνάμεως τοὺς βαρβάρους οἷόν τʼ ἦν ἀμύνασθαι, ἕτερος δέ τις τοὺς Ἕλληνας, εἰκότως ἂν ἴσως φανεροὶ πρὸς ἐκεῖνον ἐγιγνόμεθʼ ἀντιταττόμενοι·


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.4 Dem. 14.9 (English) >>Dem. 14.12

Powered by PhiloLogic